Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.56 Joseph. BJ 4.64 (English) >>Joseph. BJ 4.71

4.61καὶ οἱ μὲν τὸ Ἰταβύριον καταλιπόντες ἐπὶ Ἱεροσολύμων ἔφευγον, οἱ δὲ ἐπιχώριοι πίστεις λαβόντες, ἐπιλελοίπει δʼ αὐτοὺς ὕδωρ, τό τε ὄρος καὶ σφᾶς αὐτοὺς Πλακίδῳ παρέδοσαν. 4.62

Τῶν δʼ ἐπὶ τῆς Γαμάλας οἱ παραβολώτεροι μὲν φεύγοντες διελάνθανον, οἱ δʼ ἀσθενεῖς διεφθείροντο λιμῷ· 4.63τὸ μάχιμον δʼ ἀντεῖχεν τῇ πολιορκίᾳ, μέχρι δευτέρᾳ καὶ εἰκάδι μηνὸς Ὑπερβερεταίου τρεῖς τῶν ἀπὸ τοῦ πέμπτου καὶ δεκάτου τάγματος στρατιῶται περὶ τὴν ἑωθινὴν φυλακὴν ὑποδύντες τὸν προύχοντα κατὰ τούτους πύργον ὑπορύσσουσιν ἡσυχῆ. 4.64τοῖς δʼ ὑπὲρ αὐτοῦ φύλαξιν οὔτε προσιόντων αἴσθησις, νὺξ γὰρ ἦν, οὔτε προσελθόντων ἐγένετο. οἱ δὲ στρατιῶται φειδόμενοι τοῦ ψόφου καὶ πέντε τοὺς κραταιοτάτους ἐκκυλίσαντες λίθους ὑποπηδῶσι. 4.65κατηρείπετο δὲ πύργος ἐξαίφνης μετὰ μεγίστου ψόφου, καὶ συγκατακρημνίζονται μὲν οἱ φύλακες αὐτῷ, θορυβηθέντες δὲ οἱ κατὰ τὰς ἄλλας φυλακὰς ἔφευγον· 4.66καὶ πολλοὺς διεκπαίειν τολμῶντας οἱ Ῥωμαῖοι διέφθειραν, ἐν οἷς καὶ Ἰώσηπόν τις ὑπὲρ τὸ παρερρηγμένον τοῦ τείχους ἐκδιδράσκοντα βαλὼν ἀναιρεῖ. 4.67τῶν δʼ ἀνὰ τὴν πόλιν διασεισθέντων ὑπὸ τοῦ ψόφου διαδρομή τε ἦν καὶ πτόα πολλὴ καθάπερ εἰσπεπαικότων πάντων τῶν πολεμίων. 4.68ἔνθα καὶ Χάρης κατακείμενος καὶ νοσηλευόμενος ἐκλείπει πολλοῦ δέους συνεργήσαντος εἰς θάνατον τῇ νόσῳ.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.56 Joseph. BJ 4.64 (English) >>Joseph. BJ 4.71

Powered by PhiloLogic